To the chief Musician, A Psalm and Song of David.
1 Praise waiteth for thee, O God, in Sion: and unto thee shall the vow be performed.
2 O thou that hearest prayer, unto thee shall all flesh come.
3 Iniquities prevail against me: as for our transgressions, thou shalt purge them away.
4 Blessed is the man whom thou choosest, and causest to approach unto thee, that he may dwell in thy courts: we shall be satisfied with the goodness of thy house, even of thy holy temple.
5 By terrible things in righteousness wilt thou answer us, O God of our salvation; who art the confidence of all the ends of the earth, and of them that are afar off upon the sea:

6 Which by his strength setteth fast the mountains; being girded with power:
7 Which stilleth the noise of the seas, the noise of their waves, and the tumult of the people.
8 They also that dwell in the uttermost parts are afraid at thy tokens: thou makest the outgoings of the morning and evening to rejoice.
9 Thou visitest the earth, and waterest it: thou greatly enrichest it with the river of God, which is full of water: thou preparest them corn, when thou hast so provided for it.
10 Thou waterest the ridges thereof abundantly: thou settlest the furrows thereof: thou makest it soft with showers: thou blessest the springing thereof.
11 Thou crownest the year with thy goodness; and thy paths drop fatness.
12 They drop upon the pastures of the wilderness: and the little hills rejoice on every side.
13 The pastures are clothed with flocks; the valleys also are covered over with corn; they shout for joy, they also sing.
1 Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως.
Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ,
2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
δότε δόξαν αἰνέσει αὐτοῦ.
3 εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου·
ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου·
4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
ψαλάτωσαν τῷ ὀνόματί σου.
διάψαλμα.
5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ·
φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,
ἐν ποταμῷ διελεύσονται ποδί.
ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ,
7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος·
οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,
οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.
διάψαλμα.
8 εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν
καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν
καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός,
ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
11 εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,
ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,
διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,
καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
13 εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,
ἀποδώσω σοι τὰς εὐχάς μου,
14 ἃς διέστειλεν τὰ χείλη μου
καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι
μετὰ θυμιάματος καὶ κριῶν,
ποιήσω σοι βόας μετὰ χιμάρων.
διάψαλμα.
16 δεῦτε ἀκούσατε καὶ διηγήσομαι,
πάντες οἱ φοβούμενοι τὸν θεόν,
ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
17 πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα
καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
18 Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου,
μὴ εἰσακουσάτω κύριος.
19 διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός,
προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου.
20 εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου
καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾽ ἐμοῦ.