To the chief Musician on Neginoth upon Sheminith, A Psalm of David.
1 O LORD, rebuke me not in thine anger, neither chasten me in thy hot displeasure.
2 Have mercy upon me, O LORD; for I am weak: O LORD, heal me; for my bones are vexed.
3 My soul is also sore vexed: but thou, O LORD, how long?
4 Return, O LORD, deliver my soul: oh save me for thy mercies’ sake.
5 For in death there is no remembrance of thee: in the grave who shall give thee thanks?
6 I am weary with my groaning; all the night make I my bed to swim; I water my couch with my tears.
7 Mine eye is consumed because of grief; it waxeth old because of all mine enemies.
8 Depart from me, all ye workers of iniquity; for the LORD hath heard the voice of my weeping.
9 The LORD hath heard my supplication; the LORD will receive my prayer.
10 Let all mine enemies be ashamed and sore vexed: let them return and be ashamed suddenly.
1 Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ.
2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
3 ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι·
ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,
4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·
καὶ σύ, κύριε, ἕως πότε;
5 ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου,
σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου·
ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου,
ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,
ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
9 ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
10 εἰσήκουσεν κύριος τῆς δεήσεώς μου,
κύριος τὴν προσευχήν μου προσεδέξατο.
11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,
ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.