To the chief Musician, A Psalm of David.
1 The LORD hear thee in the day of trouble; the name of the God of Jacob defend thee;
2 Send thee help from the sanctuary, and strengthen thee out of Zion;
3 Remember all thy offerings, and accept thy burnt sacrifice; Selah.
4 Grant thee according to thine own heart, and fulfil all thy counsel.
5 We will rejoice in thy salvation, and in the name of our God we will set up our banners: the LORD fulfil all thy petitions.

6 Now know I that the LORD saveth his anointed; he will hear him from his holy heaven with the saving strength of his right hand.
7 Some trust in chariots, and some in horses: but we will remember the name of the LORD our God.
8 They are brought down and fallen: but we are risen, and stand upright.
9 Save, LORD: let the king hear us when we call.
1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς
καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
3 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ
καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
διάψαλμα.
4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,
ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
5 ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,
μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,
δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν·
7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,
εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον
καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
9 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου,
ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
10 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,
καὶ καταφάγεται αὐτοὺς πῦρ.
11 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς
καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,
12 ὅτι ἔκλιναν εἰς σὲ κακά,
διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι.
13 ὅτι θήσεις αὐτοὺς νῶτον·
ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
14 ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου·
ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.