Michtam of David.
1 Preserve me, O God: for in thee do I put my trust.
2 O my soul , thou hast said unto the LORD, Thou art my Lord: my goodness extendeth not to thee;
3 But to the saints that are in the earth, and to the excellent, in whom is all my delight.
4 Their sorrows shall be multiplied that hasten after another god: their drink offerings of blood will I not offer, nor take up their names into my lips.
5 The LORD is the portion of mine inheritance and of my cup: thou maintainest my lot.
6 The lines are fallen unto me in pleasant places; yea, I have a goodly heritage.
7 I will bless the LORD, who hath given me counsel: my reins also instruct me in the night seasons.
8 I have set the LORD always before me: because he is at my right hand, I shall not be moved.
9 Therefore my heart is glad, and my glory rejoiceth: my flesh also shall rest in hope.
10 For thou wilt not leave my soul in hell; neither wilt thou suffer thine Holy One to see corruption.
11 Thou wilt shew me the path of life: in thy presence is fulness of joy; at thy right hand there are pleasures for evermore.
1 Προσευχὴ τοῦ Δαυιδ.
Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου,
πρόσχες τῇ δεήσει μου,
ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι,
οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
3 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·
ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων,
διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,
ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου.
6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός·
κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
7 θαυμάστωσον τὰ ἐλέη σου,
ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ
ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.
8 φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ·
ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
10 τὸ στέαρ αὐτῶν συνέκλεισαν,
τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με,
τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν
καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
13 ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
14 κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς
διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.
καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,
ἐχορτάσθησαν υἱῶν
καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,
χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.