1 Praise ye the LORD. Praise ye the LORD from the heavens: praise him in the heights.
2 Praise ye him, all his angels: praise ye him, all his hosts.
3 Praise ye him, sun and moon: praise him, all ye stars of light.
4 Praise him, ye heavens of heavens, and ye waters that be above the heavens.
5 Let them praise the name of the LORD: for he commanded, and they were created.
6 He hath also stablished them for ever and ever: he hath made a decree which shall not pass.
7 Praise the LORD from the earth, ye dragons, and all deeps:
8 Fire, and hail; snow, and vapour; stormy wind fulfilling his word:
9 Mountains, and all hills; fruitful trees, and all cedars:
10 Beasts, and all cattle; creeping things, and flying fowl:
11 Kings of the earth, and all people; princes, and all judges of the earth:
12 Both young men, and maidens; old men, and children:
13 Let them praise the name of the LORD: for his name alone is excellent; his glory is above the earth and heaven.
14 He also exalteth the horn of his people, the praise of all his saints; even of the children of Israel, a people near unto him. Praise ye the LORD.
1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν,
αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
2 αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
3 αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη·
αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
4 αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου,
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν,
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
7 αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς,
δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
8 πῦρ, χάλαζα, χιών, κρύσταλλος,
πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί,
ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
10 τὰ θηρία καὶ πάντα τὰ κτήνη,
ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
12 νεανίσκοι καὶ παρθένοι,
πρεσβῦται μετὰ νεωτέρων·
13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου,
ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου·
ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ·
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ,
τοῖς υἱοῖς Ισραηλ, λαῷ ἐγγίζοντι αὐτῷ.